Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.43.3 | Hdt. 2.44.3 (English) | >>Hdt. 2.45.2 |
2.44.1
καὶ θέλων δὲ τούτων πέρι σαφές τι εἰδέναι ἐξ ὧν οἷόν τε ἦν , ἔπλευσα καὶ ἐς Τύρον τῆς Φοινίκης , πυνθανόμενος αὐτόθι εἶναι ἱρὸν Ἡρακλέος ἅγιον .
2.44.2 καὶ εἶδον πλουσίως κατεσκευασμένον ἄλλοισί τε πολλοῖσι ἀναθήμασι , καὶ ἐν αὐτῷ ἦσαν στῆλαι δύο , ἡ μὲν χρυσοῦ ἀπέφθου , ἡ δὲ σμαράγδου λίθου λάμποντος τὰς νύκτας μέγαθος . ἐς λόγους δὲ ἐλθὼν τοῖσι ἱρεῦσι τοῦ θεοῦ εἰρόμην ὁκόσος χρόνος εἴη ἐξ οὗ σφι τὸ ἱρὸν ἵδρυται .
2.44.3 εὗρον δὲ οὐδὲ τούτους τοῖσι Ἕλλησι συμφερομένους · ἔφασαν γὰρ ἅμα Τύρῳ οἰκιζομένῃ καὶ τὸ ἱρὸν τοῦ θεοῦ ἱδρυθῆναι , εἶναι δὲ ἔτεα ἀπʼ οὗ Τύρον οἰκέουσι τριηκόσια καὶ δισχίλια . εἶδον δὲ ἐν τῇ Τύρῳ καὶ ἄλλο ἱρὸν Ἡρακλέος ἐπωνυμίην ἔχοντος Θασίου εἶναι ·
2.44.4 ἀπικόμην δὲ καὶ ἐς Θάσον , ἐν τῇ εὗρον ἱρὸν Ἡρακλέος ὑπὸ Φοινίκων ἱδρυμένον , οἳ κατʼ Εὐρώπης ζήτησιν ἐκπλώσαντες Θάσον ἔκτισαν · καὶ ταῦτα καὶ πέντε γενεῇσι ἀνδρῶν πρότερα ἐστὶ ἢ τὸν Ἀμφιτρύωνος Ἡρακλέα ἐν τῇ Ἑλλάδι γενέσθαι .
2.44.5 τὰ μέν νυν ἱστορημένα δηλοῖ σαφέως παλαιὸν θεὸν Ἡρακλέα ἐόντα , καὶ δοκέουσι δέ μοι οὗτοι ὀρθότατα Ἑλλήνων ποιέειν , οἳ διξὰ Ἡράκλεια ἱδρυσάμενοι ἔκτηνται , καὶ τῷ μὲν ὡς ἀθανάτῳ Ὀλυμπίῳ δὲ ἐπωνυμίην θύουσι , τῷ δὲ ἑτέρῳ ὡς ἥρωι ἐναγίζουσι .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.43.3 | Hdt. 2.44.3 (English) | >>Hdt. 2.45.2 |